HeadShort.png

Μικρός Παρακλητικός Κανόνας εις Την Υπεραγίαν Θεοτόκον

 

.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ
ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου
καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,
καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη,
καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα... Καὶ νῦν...
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Ἦχος πλ. δ' ᾨδὴ α' Ὁ Εἱρμὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Δόξα...
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Καὶ νῦν...
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ' Ὁ Εἱρμὸς Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Δόξα...
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Καὶ νῦν....
Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα Ἦχος β'
Τὰ ἄνω ζητῶν
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ'
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Δόξα...
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Καὶ νῦν...
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

ᾨδὴ ε'
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα...
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Καὶ νῦν...
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ ς'
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Δόξα...
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Καὶ νῦν...
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Κοντάκιον Ἦχος β'
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Α' Ἀντίφωνον
Ἦχος δ'
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.

Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα... Ἦχος β'
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νύν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Ἕτερα Θεοτοκία
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

ᾨδὴ ζ' Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Δόξα...
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Καὶ νῦν...
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η' Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.

Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
Δόξα...
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
Καὶ νύν...
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.

Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.

Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.

Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
Δόξα...
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
Καὶ νῦν...
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Δέησις ὑπὸ ἱερέως

Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Ὅμοιον
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.
Ἦχος πλ. δ'
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Κατὰ τὴν περίοδον τοῦ 15 Αὐγούστου εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.

Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.

Παρακλητικός Κανών Αγίου Λουκά του Ιατρού

 

Ο Παρακλητικός Κανών Αγίου Λουκά του Ιατρού είναι Ποίημα του Μητροπολίτου Εδέσσης Ιωήλ

Ο Παρακλητικός Κανών Αγίου Λουκά του Ιατρού διαβάζεται την ημέρα της εορτής του Αγίου ή σε οποιαδήποτε άλλη περίπτωση.

Ο Άγιος Λουκάς ο Ιατρός εορτάζει 11 Ιουνίου.

 

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ αἰγληφόρος, καί ἰατρός τῶν ἀσθενούντων μερόπων καί πρεσβευτής Λουκά πρός τόν Φιλάνθρωπον, τούς ἐπιζητοῦντας σου τήν θεοσδοτον χάριν, μή ἐλλείπεις ἅγιε ἀπό πάσης ἀνάγκης καί χαλεπῶν του βίου ἀναγκῶν διαφυλάττων ταῖς θείαις πρεσβείαις σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Παρακλητικός Κανών Αγίου Λουκά του Ιατρού

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.

Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Λουκά ἀρχιθύτα τόν Ἰησοῦν, πάντοτε δυσώπει ὑπέρ πάντων ὑμῶν λιταῖς ,νόσων λυτρωθῆναι δυσιάτων, καί δυσπραγίας τοῦ βίου πανόβλιε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁρμᾶς τάς ἄτακτους τῶν ἡδονῶν, Λουκά καί ἐννοίας, ψυχοφθόρους τῶν γεηρῶν, τή σή προστασία Ἱεράρχα, ἐκ τῆς ψυχῆς μου ἀνασπασον προρριζον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὑφέρπων δολίως ὁ πονηρός, προσβάλλει μέ ὄντως ἀρρωστήμασι τοῖς δεινοῖς ,ἄλλ ὡς θεοκίνητος ἀκέστωρ, τήν ἰατρείαν Λουκά δός μοί τάχιστα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Καμάτου τοῦ σώματος καί ψυχῆς, τούς δούλους σου μήτε, ἐλευθέρωσον σαῖς λιταῖς καί χάρισε πάσιν τήν ἐλπίδα τοῦ πλατυσμοῦ καί ἀνέσεως δέσποινα.

Ὠδή γ’. Οὐρανίας ἁψίδος
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἀπορρήτως τήν χάριν, τά σά ὀστᾶ δίδωσι, τοῖς προσερχομένοις ἐν πίστει, ταῦτα ἀσπασασθαι ἐν Σάγματα τή μονή, καί ἐν τή χώρα Ρωσίας, ὡς πηγή ζωῆς, Λουκά ἀοίδιμε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰαθῆναι λιταίς σου ,παρακαλῶ ἅγιε , ἐκ τῆς ταραχῆς τοῦ νοός μου καί τῆς δειλίας μου, σύ γάρ ὡς εὔτολμος ἐν τοῖς καιροις τοῖς ἐσχατοις, Χριστοῦ τήν ἀλήθεια, Λουκά ἐκήρυξας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀρχιθύτης ὑπάρχων, ἐν οὐρανῶ ἐπαρον, τάς σεπτᾶς σου χείρας θεοφρον, πρός τόν Φιλάνθρωπο, ἁπαλλαγῆναι μέ, ἀμπλακημάτων παντοίων, ὡς ἄν τήν σωτήριον, τρῖβον πορεύσομαι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τάς συμβάσεις τοῦ βίου καί δυσμενῆ σκάνδαλα, τάς ἐπιφορᾶς τοῦ βελίαρ καί μηχανήματα γήινων θέλγητρα καί τῶν ματαίων ὀρέξεις ἄφ ἠμῶν ἀποστησον Παντοβασίλισσα.
Διασωσον ὤ Ἱεράρχα Λουκά τους σέ ἀνυμνοῦντας ἐκ κνδύνων καί πονηρῶν καταστάσεων καί ἐκ τῶν νόσων κάτ ἀμφω σημειοφόρε.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό κάθισμα.
Πρεσβεία θερμή

Ἐν χρόνοις τοῖς νῦν, Λουκά Ἀρχιεπίσκοπε, ἐφάνης πιστοις παραμυθία ἄφατος διο μή παύση ἅγιε συντηρῶν προμηθεία τή κρείττονι, ὡς παρρησίαν σχῶν ἐν οὐρανῶ, τούς πόθω φωνούντας τό σόν ὄνομα.

Ὠδή δ’. Εἰσακήκοα Κύριε

Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ρίζαν ἔκοψον Ἅγιέ της δαιμονικῆς σαφῶς ἀθεότητος καί Λουκά πρός ἀγαθότητα ἰθυνας ψυχᾶς τῶν ἀνυμνούντων σέ.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπί σοῖ τάς ἐλπίδας μου ἔχων Ἱεράρχα σεβασμιώτατε, νυσταγνόν τῆς ραθυμίας μου, στῆσαι ὁ φιλουλος ἐφίεμαι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τῷ φλογμῶ παραβάσεων καί ἀσεβημάτων Λουκά Ἐπίσκοπε ἐκτακεισαν τήν καρδίαν μου δρόσισον ρανίσι τοῦ ἐλέους σου.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὁ ὑπάρχων ἀχώρητος καί πληρῶν τά πάντα Θεός ἐχώρησεν ἐν τή μήτρα σου Πανάμωμε ὄν ὑπέρ ἠμῶν ἀεί ἱκέτευε.

Ὠδή ἐ’. Φώτισον ἠμᾶς

Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὕψωσον Λουκά πρός τήν ἄνωθεν λαμπρότητα τά νοήματα ἠμων τῶν ἐμπαθῶν διαλύων ἁμαρτίας τά φαντάσματα.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Στόνον τῶν ψυχῶν καί σωμάτων τά ἀλγηματα Ἱεράρχα ζωηφόροις σου λιταις μή ἐλλιπής ἰατρεῦσαι τῶν τιμωντων σέ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νῦν ἐν Σαγματά τάς μερίδας τῶν λειψάνων σου οἱ μονάζοντες κατέχοντας Λουκά τοῖς εὐχαῖς ἐκζητούσι τήν εἰρήνευσιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὄν ὑπερφυῶς Θεοτόκε ἀπεκύησας δυσωπουσα μή ἐλλιπής ἐσαεί ἐκλυτρώσασθε ἠμᾶς ἐξ ἀπογνώσεως.

Ὠδή ς’. Τήν δέησιν

Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Συστήματα πονηρῶν ἐκύκλωσαν τάς ψυχας ἠμων Λουκά Ἱεράρχα καί σαρκικῶν τά ἀμέτρητα πάθη πρός ἀκρασίας τόν λάκκον καθελκουσι ἠμας τούς κράζοντας πρός σέ ἐκ φθορᾶς τούς ἰκετάς σού λυτρωσον
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁδήγησον πρός λιμένα εὐδιον Ἱεράρχα τοῦ Χριστοῦ τούς πεσόντας ἐν κλυδωνίω τῆς ζάλης τοῦ βίου καί ἐν ἀβύσσω παγίδων τοῦ ὄφεως ὡς κεκτημένος πρός Θεόν τήν καλήν παρησίαν πανεύφημε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὑπάρχων τωνλογισμῶν ἀναπλεως Ἱεραρχα πολυφρόντιδος βίου καί μερίμνων καθ’ ἑκάστην ὁ τάλας ἐν ἠδοναῖς ψυχοφθόροις τοῦ σώματος ἐκ βάθους αἴρω τήν φωνήν πρός τό θεῖον μέ φῶς καθοδηγησον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νῦν βαρει τῶν ἐμπαθῶν πταισμάτων μου καλυφθησα ἡ καρδία μου σθενει, καί μή τολμῶν ἀτενίσαι πρός ὕψος τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος αἰτοῦμαι ἄφεσιν κακῶν πανσενεί σού πρεσβεία Θεονυμφε.
Διασωσον ὤ Ἱεράρχα Λουκά τους σέ ἀνυμνοῦντας ἐκ κινδύνων καί πονηρῶν καταστάσεων καί ἐκ τῶν νόσων κάτ ἄμφω σημαιοφόρε.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου

Ὡς Ἱεράρχης Λουκά ἀξιάγαστε Συμφερουπόλεως πάσης ὁ πρόεδρος τοῖς προσιούσιν ἐν πίστει τή λάρνακα τῶν σῶν λειψάνων ἁγίασον χαριτι παρέχων κατ’ ἄμφω τήν ἴασιν.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ’.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (στ΄. 17-19, θ’ 1-2, ἰ’ 16-21)

Τῷ καιρῶ ἐκείνω ἦλθε πρός τόν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ, καί πλῆθος πολύ λαοῦ, ἀπό πάσης της Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἱ ἦλθαν ἀκοῦσαι αὐτοῦ, καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἀπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καί ἰάτο πάντας. (θ’. 1-2) Συγκαλεσάμενος δέ τούς δώδεκα Μαθητᾶς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καί ἐξουσίαν ἐπί πάντα τά δαιμόνια, καί νόσους θεραπεύειν. Καί ἀπέστειλεν αὐτούς κηρύσειν τήν βασιλείαν τοῦ Θεοῦ, καί ἰάσθαι τούς ἀσθενοῦντας. (ι΄. 16-21). Καί ἔλεγεν αὐτοῖς. Ὁ ἀκοῦν ὑμῶν , ἐμοῦ ἀκούει, καί ὁ ἀθετῶν ὑμᾶς, ἐμέ ἀθετεῖ, ὁ δέ ἐμέ ἀθετῶν, ἀθετεῖ τόν ἀποστείλαντα μέ. Ὑπέστρεψαν δέ οἱ ἑβδομήκοντα μετά χαρᾶς, λέγοντες. Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἠμίν ἐν τῷ ὀνόματί σου. Εἶπε δέ αὐτοῖς. Ἐθεώρουν τόν Σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμίν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίνων , καί ἐπί πάσαν τήν δύναμιν τοῦ ἐχθροῦ, καί ὑμᾶς οὐ μή ἀδικήση. Πλήν ἐν τούτω μή χαίρετε, ὅτι τά πεύματα ὑμίν ὑποτάσσεται, χαίρετε δέ μᾶλλον , ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτή τή ὥρα ἠγαλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς , καί εἶπεν. Ἐξομολογοῦμαι σοί, Πάτερ, Κύριέ του οὐρανοῦ καί τῆς γής, ὅτι ἀπέκρυψας ταῦτα ἀπό σοφῶν καί συνετῶν, καί ἀπεκάλλυψας αὐτά νηπίοις, ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι

Ἅγιε Ἀνάργυρε Ρωσίας πάσης τό κλέος τῆς Συμφερουπόλεως ἔνδοξε διδάσκαλε καί Ἐπίσκοπε τάς δεινάς μάστιγας τῶν ἀρρωστηματων πυρετῶν τέ καί τά τραύματα τῶν προσιοντων σοί ἴασαι Λουκά τῷ ἐλέει σου καί ταῖς ἰκετηρίαις πρός τόν σόν Φιλάνθρωπον Κύριον. Παντιμε ἀκέστορ ἐλπίς κεκμηκότων ἀρραγής μή ἐπιλάθη δωρήσασθε πάσι τά εὐφρόσυνα.

Παρακλητικός Κανών Αγίου Λουκά του Ιατρού

Ὁ Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Λουκά Ἀρχιεπισκόπου Συμφερουπόλεως καί Κριμαίας τοῦ ἰατροῦ, Τοῦ ἁγίου ……. (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας

Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Τή σή σκέπη προστρέχω Ἱεράρχα αἰτούμενος τήν καρδιάν μου τήν γεμουσαν ἀκάνθας τῆς ὑπερηφανίας καί δαιμόνων θρασύτητος ἀποκαθάραι ταῖς σαῖς ἐντεύξεσι Λουκά μου.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἁγιώτατε Πάτερ νοητῶν Αἰθιόπων καί κακοτρόπων βροτῶν συμβάσως ἀλόγου καί τῆς κακοπραγίας ἀνωτέρους συντήρησον τούς ἑξαιτούντας Λουκά τήν σήν ἐπικουρίαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Στηριγμόν ἐν τή θλίψει ἐν πελάγει τοῦ βίου τοῦ Σαγματά ἡ μονή τά λείψανά σου πάτερ κατέχουσα τό θαρσος κάθ ἑκάστην ἀρύεται. Ἴνα πρός πλάτος χαρᾶς τῆς ὄντως καταντήση.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἰησοῦ τάς ἀγκάλας τῆς θερμῆς σου ἀγάπης καί θυμηδίας ὁμοῦ ὑπάνοιξον μοί Σῶτερ λιταῖς τῆς σῆς τεκούσης ἴνα ψάλλω γηθόμενος ὁ τῶν Πατέρων ἠμων Θεός εὐλογητός εἰ.

Ὠδή ἡ’. Τόν Βασιλέα

Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀτρέμας Πάτερ πρό τῶν βημάτων ἀθέων ὠμολόγησας Χριστόν Ἐσταυρωμένον ὄν μή διαλίπης ὑπέρ ἠμῶν λιτάζων.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Σοφίας μάκαρ τῆς θεικῆς ὧν δοχεῖον τόν θυμόν καί ταραχώδεις ἐννοήσεις θραῦσον τῆς ψυχῆς μου Λουκά σημειοφόρε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἅγιε λύσον τῆς ταλαιπώρου ψυχῆς μου καί τοῦ σώματος τούς πόνους καί ὀδύνας, σύ γάρ, Ἀρχιθύτης τυγχάνεις καί ἀκέστωρ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἰσχύς ἡ ὄντως καί ἡ ἐλπίς καί τό φάος ,ἡ παράκλησης καί ἴαμα κατ’ ἄμφω Δέσποινα ὑπάρχεις ἠμῶν τῶν ὀρθοδόξων.

Ὠδή θ’. Κυρίως Θεοτόκον

Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰάτρευσον τάς νόσους τῶν ψυχοπασχόντων καί ἀλγουμένων Λουκᾶ ὑπέρ ἔννοιαν διευθετῶν τάς ἐννοίας αὐτῶν μακάριε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὡς μέλισσα ἐτρύγεις τήν σοφίαν πάσσαν ἐπί τῆς γής Ἱεράρχα ἀοίδιμε διο νοός μοου ἀπέλασον τήν σκοτόμαιναν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἠδέως οἱ Πατέρες μάνδρας Σαγματίου τά σᾶ ὀστᾶ ὡς μαργάρους κατέχοντες ἐπιζητούσιν θεοφρον τήν σήν ἀντίληψιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Λαόν τῶν ὀρθοδόξων φύλαττε ἐκ λύκων αἱρετικῶν Παναγία Πανύμνητε ἀποκαλύπτουσα πάσαν αὐτῶν κακότητα.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια (Παρακλητικός Κανών Αγίου Λουκά του Ιατρού)

Χαίροις ἐπισκόπων ὁ κοινωνός τῆς Ρωσίας πάσης ὁ θεοσοφός ἰιατρός χαίροις τῆς Κριμαίας ὁ θεῖος ποιμενάρχης Λουκᾶ τῶν Ὀρθοδόξων ὁ νέος ἅγιος.
Ἔχων τήν σοφίαν παρά Θεοῦ τῶν νενοσηκότων ἐθεράπευες τά δεινά καί τούς πεπτοκότας ἐν λάκκω τῶν ἀθέων τή σῆ δυνάμει Πάτερ Λουκᾶ ἐξήρπασας.
Πάντα τά ὀνείδη διά Χριστόν, φύλακας διώξεις καί αἰκίας σωματικᾶς σκύβαλα ἠγήσω καί ἔφερες γενναίως Λουκά σημειοφόρε καί ἀκατάβλητε.
Θαύματα τεράστια τῷ λαῶ ἡ σεπτή σωρρός σου ἐν Ρωσία ἐπιτέλει, καί ἐν Σαγματίω, ἐκ ταύτης αἵ μερίδες ἐκβλύζουσιν ἰάσεις Λουκᾶ τοῖς πάσχουσι.
Ηὔγασας ὡς ἥλιος παμφαής ἐν Συμφερουπόλει τάς χορείας τῶν εὐσεβῶν καί τῆς ἀθεΐας ἐμείωσας τό σκότος, ἐν χώρα τῆς Ρωσίας Λουκᾶ ἀοίδιμε.
Μάνδρα τῶν θρεμμάτων τῶν λογικῶν ἐν τῷ Σαγματίω ταῖς πρεσβείαις σου πρός Χριστόν φύλαττε θεοφρων ἐκ πάσης κακουργίας δαιμόνων τῶν ἐχθίστων Λουκᾶ πανάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον. Ἦχος πλ. Τοῦ ἅ. Τόν συνάναρχον λόγον

Ἰατρόν καί ποιμένα, Λουκά τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τόν βαστάσαντα Χριστοῦ τά θεία στίγματα, τάς ἐξορίας, τά δεινά, ἐγκλεισμούς ἐν φυλακαῖς, τάς θλίψεις καί τά ὀνείδη, τόν ἐπί ἐσχάτων φανέντα, ἐν τή Ρωσία νέον Ἅγιον.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν τό ἑξῆς.
Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.

Πάτερ Ἱεράρχα τοῦ Χριστοῦ, ἔνδοξε Λουκά μή κατόκνει, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι καί περιστάσεσι, συντηρῶν τόν φιλοχριστόν λαόν τοῦ Κυρίου, τόν ἐπικαλούμενον ἐν εὐλαβεία πολλή, ὄνομα τό σόν θεοφόρε, καί ὑμνολογοῦντα ἐνθέως, θαύματα καί βίον σου τόν ἅγιον.

Ἦχος πλ. δ΄.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Πάντα θα υπάρχουν αυτοί που θα αμφισβητούν.

 

Πάντα θα σε αμφισβητούν όταν κάνεις κάτι καλύτερο από αυτούς. Μην μπαίνεις στην διαδικασία να επιχειρηματολογήσεις για να δικαιωθείς. Το θέμα δεν είναι να πείσεις τους άλλους γι'αυτό που κάνεις, αλλά να κάνεις αυτό που κάνεις με μεράκι και χαρά.
--------------------------------
Τις πιο πολλές φορές η επιτυχία έγκειται στο γεγονός ότι γίνεται -το εκάστοτε έργο- με αγάπη, επειδή βάζεις όλο σου το είναι σ'αυτό· ακόμα κι αν είναι κάτι το "μικρό και ασήμαντο".

--------------------------------
Άσε τους άλλους να αμφισβητούν το έργο σου. Εσύ κάνε αυτό που κάνεις ταπεινά και με αγάπη κι άσε τους άλλους να προσπαθούν να βρούνε ψεγάδια και λάθη. Πάντα θα υπάρχουν αυτοί οι άνθρωποι. Εσύ να επικεντρώνεσαι στους ανθρώπους που ωφελείς γιατί εάν καταναλώνεσαι στο να πείσεις αυτούς που για τους δικούς τους λόγους -κυρίως κόμπλεξ κατωτερότητος και ζήλιας-δεν αποδέχονται ό,τι κι αν κάνεις τελικά θα φθείρεσαι ψυχικά, θα δημιουργείται στην καρδιά σου ταραχή και δι'αυτού του τρόπου θα τους δίνεις την ευχαρίστηση να σε βλέπουν να στεναχωριέσαι.
--------------------------------
Τέτοιες μάχες κερδίζονται όταν παραδίδεσαι. Εάν σου πούνε κάτι και εσύ δεν απαντήσεις ήδη τους νίκησες. Αυτοί θέλουνε την διαμάχη. Όταν εσύ λοιπόν τους προσφέρεις την παράδοσή σου δεν μπορούνε να έχουνε αυτό που θέλουνε, δηλαδή πόλεμο.

Έτσι και εσύ θα έχεις ειρήνη και θα προάγεσαι πνευματικά και αυτοί ίσως προβληματιστούν και μετανοήσουν.

αρχιμ. Παύλος Παπαδόπουλος

http://imverias.blogspot.gr

14/9 Κανών Παρακλητικός του Τιμίου Ζωοποιού Σταυρού

 

Νικηφόρου ιερομονάχου του Κρητός

ΙΕΡΕΥΣ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθησέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ� ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ� ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμι.

ΧΟΡΟΣ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος�

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος�

Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος...

Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ ζωηφόρῳ νῦν Σταυρῷ προσπελάσωμεν, οἱ μακρυνθέντες τοῖς κακοῖς καὶ προσψαύσωμεν, ἐν ἐπιστρόφῳ λέγοντες καρδίᾳ πιστῶς· πρόφθασον, βοήθησον, ὁ Σταυρός τοῦ Κυρίου, φάνηθι λυτρούμενος ἐκ παντοίων κίνδυνων· μὴ ἐποφθῶμεν ἄπρακτα ζητεῖν· τὴν σὴν γὰρ σκέπην βεβαίαν ἐλπίζομεν.

Δόξα...

Τὸ Τροπάριον τοῦ Ναοῦ

Καὶ νῦν...

Οὐ δυνησόμεθα Σταυρὲ τοῦ Κυρίου, τὰ σὰ θαυμάσια ὑμνεῖν οἱ κατάκριτοι. Εἰ μὴ γὰρ σοὶ παρεῖχες τὰ δωρήματα, τῖς ἡμῖν τὴν ἴασιν τῶν τοῦ σώματος νόσων; τὶς δὲ καὶ τὴν κάθαρσιν τῶν ψυχῶν ἄν ἐδίδου; Οὔκ ἀπόμακρυνθῶμεν πώποτε ἐκ σοῦ· σὺ γὰρ σκέπεις πάντας θνητοὺς ἐκ παντοίων κακῶν.

Ν' Ψαλμὸς

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ� ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

ὁ Κανών.
Ὠδὴ Α'. Ἦχος Πλ. Δ'. Ὑγρὰν διοδεύσας.
Στίχος. Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σταυρὲ σκῆπτρον ἅγιον καὶ σεπτόν, τοὺς ἐν εὐλαβείᾳ προσκυνοῦντας τὴν ἱεράν, σκέπην σου ἀτρώτους ἀπὸ βλάβης, καὶ πειρασμῶν καὶ κινδύνων διάσωσον.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σταυρὲ σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, τοὺς σὲ προσκυνοῦντας καταξίωσον ἐσαεί, τῷ Κτίστεί Θεῷ καθυπακούειν, καὶ ὑπ� αὐτοῦ βασιλεύεσθαι ποίησον.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σταυρὲ ἡ βοήθεια τῶν πιστῶν, δίδου βοηθείας τοῖς ὑμνοῦσι τὸ ἱερόν, κράτος σου καὶ αἴρειν τὰ βραβεῖα, κατὰ παθῶν ψυχοφθόρων ἐνίσχυσον.

Θεοτοκίον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σταυρόν καθορῶσα Ἁγνή ἀμνάς, τοῦ ἁγνῶς τεχθέντος ἐξ αὐτῆς, οὗτος νῦν ἐστί, πιστῶν σωτηρία ἀνεβόα, καὶ κραταιὰ προστασία καὶ στήριγμα.

Ὠδὴ Γ΄. Οὐρανίας ἀψῖδος.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ὁ Σταυρός τοῦ Δεσπότου, χαῖρε νεκρῶν ἔγερσις, χαῖρε ἀσθενούντων ἡ ρῶσις, χαῖρε ἀντίληψις· τοὺς προσκυνοῦντάς σε, φύλαττε φρούρει καὶ σκέπε, ἐκ τῶν δρωμένων τε, καὶ ἀοράτων ἐχθρῶν.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ὁ Σταυρός τοῦ Κυρίου, χαῖρε Πιστῶν καύχημα, χαῖρε κραταιὰ προστασία, χαῖρε παράκλησις· τοὺς προσκυνοῦντας σε, ἐκ περιστάσεως ρῦσαι, καὶ δεινῆς κακώσεως καὶ πάσης θλίψεως.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ὁ Σταυρὸς τοῦ Κυρίου, χαῖρε στερρὸν ἔρρεισμα, χαῖρε τῶν ὑμνούντων σε φύλαξ, χαῖρε προπύργιον· τοὺς προσκυνοῦντάς σε ἐκ τῶν τοῦ βίου σκανδάλων, ρῦσαι καὶ διάσωσον θείᾳ δυνάμει σου.

Θεοτοκίον

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁ Σταυρὸς τοῦ Υἰοῦ σου, παρθενικὸν καύχημα, πᾶσί σου τὸν Τόκον ὑμνοῦσι, δύναμις πέφυκεν, οὗ ἡ προσκύνησις καὶ τὸ πρὸς σὲ καταφεύγειν, πάθη θεραπεύουσι ψυχῆς καὶ σώματος.

Ὠδή Δ'. Εἰσακήκοα Κύριε....

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ὁ Σταυρὸς ὁ Πανάγιος, πᾶσι τοῖς ὑμνοῦσιν αὐτὸν τὴν ἴασιν, καὶ πταισμάτων ἀπολύτρωσιν, ἐμφανῶς ὁρᾶται χαριζόμενος.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τῶν ἀμέτρων πταισμάτων μου, ροῦν τὸν θολερώτατον ἀποξήρανον, ὁ βαστάσας τὸν ξηράναντα, ἀθεΐας ὕλην, Σταυρέ Τίμιε.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ἁμαρτίαις συμπέφυρμαι, καὶ ἐκ τούτων ἦλθον εἰς ἀλλεπάλληλον, ἀρρωστίαν· ὅθεν κράζω σοι, ἄμφω τὰς Ἰάσεις, Σταυρέ δώρησαι.

Θεοτοκίον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ Σταυρόν καὶ τὴν Ἄχραντον, ἔχοντες ἐλπίδα οὐκ αἰσχυνθήσονται· ἡ πρεσβεία γὰρ καὶ δύναμις, τῆς Μητρός καὶ σκήπτρου σφόδρα δύνανται.

Ὠδή Ε'. Φώτισον ἡμᾶς.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Γλύκανον ἡμῶν, τὴν πικρίαν τῶν θλίψεων, Σταυρέ Κυρίου, ὁ πάλαι τῆς μερρᾶς, πικρῶν ὑδάτων τὴν πικρίαν Ἰασάμενος.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σκέπασον ἡμᾶς, τῇ δυνάμει σου πανάγιε, Σταυρέ Κυρίου, ἐν σοὶ γὰρ τοῦ Πατρός, Ἰσχὺς ἐπῆρθη, τὸ σὸν κράτος ἐνισχύουσα.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Κούφισον ἡμῶν, ἅπαν ἄλγος τε καὶ κάκωσιν, καὶ σκυθρωπότητα ἐκ τῶν καρδιῶν, Σ ταύρε Κυρίου· δέδοταί σοι γὰρ τὸ δύνασθαι.

Θεοτοκίον

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἔχομεν Πιστοί, προστασίαν πρὸς τὸν Κύριον, τὴν Παναγίαν Παρθένον καὶ τὸν Σταυρόν, ὧν καταπλήττει καὶ τοὺς δαίμονας ἡ δύναμις.

Ὠδή ΣΤ'. Τὴν δέησιν ἐκχεῶ.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τὸ ὅπλον τῶν βασιλέων ὑμνῶ σε, τὴν στολὴν τῶν Ἱερέων ὑψῶ σε, Χριστιανῶν τὴν ἐλπίδα ἁπάντων, ὑμνολογῶ σε Σταυρέ Παμμακάριστε, τὸ καύχημα κἀμοῦ ὅν σε, ὅπλον ὡς μέγα ἀμπέχομαι.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σὲ σκέπην Χριστιανοί γινώσκομεν, καὶ καυχώμεθα ἐν σοὶ Ξύλον θεῖον� εἰς πάντα γὰρ σὲ εὑρίσκομεν κράτος, καὶ παντελῆ σωτηρίαν καὶ σύμμαχον, τὴν χάριν ὅθεν καὶ ἡμῖν, τοῖς ὑμνοῦσί σε πόθῳ κατάπεμψον.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ὁ Κύριος ἱσχυρὸν ἡμῖν τεῖχος, καὶ προστάτην καὶ φρουρόν σε παρέσχε, καὶ γὰρ ἐν σοὶ ἐναντίαι δυνάμεις, ἐξηφανίσθησαν σθένει τοῦ κράτους σου. Ὡς ἔχεις οὖν πᾶσαν ἰσχύν, ἀσθενοῦντας ἡμᾶς ἰσχύν ἔνδυσον.

Θεοτοκίον

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆράς μου ἐπιγράφομαι πόθῳ, τοὺς τὸν Κτίστην μου σαρκί δεξαμένους, τὴν μὲν Ἁγνήν, ὡς ζωὴν ἀφθαρτοῦσαν� τὸ δὲ Σταυρόν, ὡς νεκρῶν ζωοπάροχον. Νεκρώσει οὖν ζωοποιῷ, ὁ Σταυρός καὶ ἡ Κόρη ζωώσατε.

Διάσωσον Σταυρέ Κυρίου τὴν ποίμνην σου ἀπὸ βλάβης, ὅτι πάντες ἐν σοὶ καυχώμεθα, καὶ γινώσκομεν τὴν σκέπην σου, σωτηρίαν καὶ κράτος.
Ἐπίσκεψαι τῇ σῇ δυνάμει τοὺς πίστει σε προσκυνοῦντας, Τίμιε Σταυρέ, ἐξ ἐχθρῶν παντοίας κακώσεως, καὶ δίωξον τάς αὐτῶν περιστάσεις.

Ὁ ἱερεὐς ὡς ἔθος μνημονεύει.

ΙΕΡΕΥΣ

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

ΧΟΡΟΣ: Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

ΧΟΡΟΣ: Κύριε ἐλέησον (3)

ΙΕΡΕΥΣ

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ (ὀνόματα) καὶ πάντων τῶν παρακολουθούντων τὴν ἁγίαν παράκλησην ταύτην καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

ΧΟΡΟΣ: Κύριε ἐλέησον (3)

ΙΕΡΕΥΣ

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

Εἶτα τὸ Κοντάκιον Ἤχος Β'.

Τό ξύλον τῆς ζωῆς καὶ δύναμις ὑπέροπλος, ἐλπὶς τῶν Πιστῶν καὶ σκέπη καὶ κραταίωμα, ἐκ ψυχῆς βοῶμέν σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι, καὶ ἐκ σκανδάλων τῶν τοῦ πονηροῦ, προφθάσας ρῦσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Α' Ἀντίφωνον

Ἦχος δ'

Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὦς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

Ἁγίω Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τὴ Τριαδικὴ μονάδι, ἱεροκρυφίως.

Καὶ νύν...

Ἁγίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Καὶ εὐθύς τὸ προκείμενον.Ἦχος Δ'.

Ὑψοῦτε Κύριον τὸν Θεόν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιος ἐστί.

Στίχος. Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο.

Ὑψοῦτε Κύριον τὸν Θεόν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιος ἐστί.

ΙΕΡΕΥΣ

Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου...

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ').

ΙΕΡΕΥΣ: Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

ΧΟΡΟΣ: Καὶ τῶ Πνεύματί σου.

ΙΕΡΕΥΣ

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

Καὶ ἀναγινώσκει ὁ Ἱερευς τὸ Εὐαγγέλιον

ΙΕΡΕΥΣ

Ἰωάννην γ' 13-17

Εἶπεν ὁ Κύριος. Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὤν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὔτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ� ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ� ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ� ἵνα σωθῇ ὁ κόσμος δι� αὐτοῦ.

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

Δόξα... Ἦχος β'

Τὸ τοῦ θείου Σταυροῦ σου δυνάμει ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νύν...

Ταὶς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Καὶ τὸ παρόν Προσόμοιον. Ἦχος Πλ. Β'. Ὅλην ἀποθέμενοι.

Σταυρὲ πανσεβάσμιε, ὅν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι σήμερον ὁρώμενος θείῳ πνεύματι, δικαιοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, καθυποκύψαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· ὑμνεῖτε, βοῶντες, Χριστόν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσωμεν θειον ὑποπόδιον.

ΙΕΡΕΥΣ

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου: ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰτιρμοίς: ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια: πρεσβείαις της παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει του τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις των τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις του τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, των ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. των ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου καὶ Ἰωάννου του Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου του Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου του ἐν Μύροις της Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος των θαυματουργῶν. των ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος, καὶ Θεοδώρου του Στρατηλάτου, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου των Ἁγίων. ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν των ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον (ιβ')

ΙΕΡΕΥΣ

Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία του μονογενοῦς σου Υἱοῦ, μεθ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῶ καὶ ζωοποίω σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

Ὠδὴ Ζ'.Οἱ ἐκ τῆς ἰουδαίας. ..

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τὸ κράτος τοῦ θανάτου, τεθανάτωται πάλαι τῆς κρεμασθείσης ζωῆς, θανάτῳ ζωηφόρῳ, Σταυρέ ἐν σοι διὸ σε, ἰκετεύω κραυγάζων σοι, τῶν θανατούντων παθῶν, ρῦσαι με νῦν καὶ σῶσον.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τὴν βροτῶν σωτηρίαν, ὁ Σωτὴρ ἠβουλήθη ἐναπεργάσασθαι, ἐν ξύλῳ ζωηφόρῳ, διδοὺς τοῖς σωζομένοις, μελωδεῖν τὰ σωτήρια· χαῖρε Σταυρὲ τοῦ Χριστοῦ, Πιστῶν ἁπάντων σώστα.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τοῦ ξύλου τῆς κατάρας, οἱ τρυφήσαντες εὖρον τάς ἀφεσίμους ἐν σοί, ἐκτάσει εὐλογίας χειρῶν τῶν τοῦ Δεσπότου, διό πάντες σοὶ κράζομεν· τὴν εὐλογίαν Σταυρέ δίδου τοῖς σὲ τιμῶσι.

Θεοτοκίον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Καυχῶμαι τὴν δυάδα, προβαλλόμενος πρέσβεις πρὸς τὸν Σωτῆρα Χριστόν, Μητέρα καὶ τὸ σκὴπτρον· ἰσχύει γὰρ ἡ Μήτηρ, καὶ τὸ σκῆπτρον κρατύνει με, χαῖρε τὸ σκῆπτρον Χριστοῦ, χαῖρε ἡ Μήτηρ τούτου.

Ὠδὴ Η'. Τὸν Βασιλέα.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τοὺς προσκυνοῦντάς σε, ὦ Σταυρὲ διατήρει, πειρασμῶν καὶ κινδύνων ἀτρωτους· ἔχεις γὰρ σὴν σκέπην φρουροῦσαν πιστούς πάντας.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τὰς ἀρρωστίας τὰς τῆς σαρκός ἱατρεύεις, καὶ σπιλάδας ψυχῶν ἐκκαθαίρεις. Ὅθεν σὲ ὑμνοῦμεν, Σταυρόν τὸν τοῦ Κυρίου.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τοὺς τῷ σημείῳ σου ἑεαυτούς σημειοῦντας, τῶν παγίδων λυτροῦσαι τοῦ σκότους, Σταυρέ τοῦ Κυρίου διὰ τοῦ σοῦ σημείου.

Θεοτοκίον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοῦ Βασιλέως τῶν Οὐρανῶν τὴν Μητέρα, καὶ Σταυρόν τοῦ Σωτῆρος ἐν πίστει, πάντες προσκυνοῦμεν, ὥσπερ κοινούς προστάτας.

Ὠδή Θ'. Κυρίως Θεοτοκίον ....

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ἥν φέρω σοι ἐκ πόθου, δέησιν Κυρίου, δέξαι Σταυρέ, καὶ τὴν χάριν παράσχου πιστῶς, σὲ προσκυνοῦντι ἐν πίστει καὶ μεγαλύνοντι.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σημεῖον νικηφόρον, πάντες οἴδασί σε, οἱ διὰ σοῦ βραβεῖα καὶ νικάς αὐτῶν, σὺν εὐλαβείᾳ λαβόντες, καὶ μεγαλύνουσι.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τὸ χαῖρε τοῦτο τέλος, τοῦ μικροῦ μου ὕμνου, τοῦ διὰ σοῦ νικηφόρου ὀφθέντος Σταυροῦ, δέξαι Χριστέ μου τὸ χαῖρε, καὶ δίδου μοι τὰ χαρμόσυνα.

Θεοτοκίον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐ θέλω σιωπῆσαι τὰ τῆς Θεοτόκου, καὶ τὸν Σταυρόν μὴ κηρύττειν, ὅς σκέπει πιστούς οὐ σιωπῶ, ἀλλὰ λέγω, εἰ καὶ ἐσίγησα.

Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τὸν Σταυρὸν τὸν τίμιον τοῦ Χριστοῦ, σήμερον ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς, καί ἐν κατανύξει βοήσωμεν συμφώνως, Σταυρέ ζωῆς τὸ ξύλον πιστούς στερέωσον.

Πάντες προσκυνοῦμεν πανευλαβῶς, καί φόβῳ καὶ πόθῳ, σὺν ἀγάπῃ τε καὶ χαρᾷ, τιμῶντες ὑμνοῦμεν τὸ πανάγιον ξύλον, χείλεσιν ἀναξίοις κατασπαζόμενοι.

Σκῆπτρον ἁγιότατον τοῦ Χριστοῦ, ζωηφόρον ξΰλον, ἱερέων ἡ καλλονή, Βασιλέων νῖκος, στήριγμα ὀρθοδόξων, πάντας τοὺς σέ τιμῶντας, Σταυρέ διάσωσον.

Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὸν Σταυρόν τὸν ζωοποιόν, τὸν ἁγιασθέντα Αἵματι τῷ πανσέπτῳ, Χριστοῦ τοῦ ζωοδότου ὅν μεγαλύνομεν.

Θεοτοκίον.

Ὥσπερ τὴν ψάμμον τῶν θαλασσῶν, ὑπὲρ ἀριθμόν τε τῶν ἀστέρων τοῦ Οὐρανοῦ, μόνος ἁμαρτήσας καὶ μόνος κατεκρίθην, ὦ Δέσποινα τοῦ Κόσμου, σύ με διάσωσον.

Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')

Δόξα... Καὶ νύν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα... Καὶ νύν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

ΧΟΡΟΣ: Ἀμήν.

Καὶ τὸ Τροπάριον, Ἦχος Α'.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατά βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
ΙΕΡΕΥΣ

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

ΧΟΡΟΣ: Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

ΧΟΡΟΣ: Κύριε ἐλέησον (3)

ΙΕΡΕΥΣ

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ (ὀνόματα) καὶ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. ΧΟΡΟΣ: Κύριε ἐλέησον (3)

ΙΕΡΕΥΣ

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

ΧΟΡΟΣ: Κύριε ἐλέησον (3)

ΙΕΡΕΥΣ

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

ΧΟΡΟΣ: Κύριε ἐλέησον (3)

ΙΕΡΕΥΣ

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

ΧΟΡΟΣ: Κύριε ἐλέησον (3)

ΙΕΡΕΥΣ

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΧΟΡΟΣ: Ἀμήν.

ΙΕΡΕΥΣ

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἐν δὲ τῷ τέλει ψάλλεται τὸ παρόν.
Hχος Β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Λάμψον φῶς ἀπρόσιτον ἡμῖν ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν σου, πάντες Χριστέ Βασιλεῦ· νίκη δὲ στεφάνωσον, τοὺς σὲ ὑμνοῦντας πιστῶς, κατ� ἐχθρῶν ἀοράτων τε, καὶ ὁρατῶν ἅμα, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον τὸν Σταυρὸν σου πλουτοῦντας, Σῶτερ, ὁ τὴν ἄφθορον μήτραν, ὑποδὺς ἀρρήτως τῆς Θεόπαιδος.

ΤΕΛΟΣ ΤΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΚΑΙ ΖΩΟΠΟΙΟΝ ΣΤΑΥΡΟΝ
ΤΩ ΔΕ ΘΕΩ ΔΟΞΑ

Καλώς ορίσατε στο ανανεωμένο σάιτ της Ο.Χ.Γ.

Αγαπητοί αδελφοί εν Χριστώ,

Στις 21/11/2005 ξεκινήσαμε μια προσπάθεια διαδυκτιακής επικοινωνίας μαζί σας. Ευχαριστούμε για την εμπιστοσύνη που μας δείξατε, διαβάζοντας τα άρθρα μας.

Στις 21/11/2017, μετά από δώδεκα χρόνια αδιάκοπης ενημέρωσης, μας αξιώνει ο Θεός να δημιουργήσουμε μια καινούργια ιστοσελίδα, συνεχίζοντας το καθήκον μας για την διάδοση του Ευαγγελίου και των λόγων των Αγίων Πατέρων μας.

Ελπίζοντας να σας κρατήσουμε και πάλι συντροφιά, θα προσπαθήσουμε να φανούμε και από εδώ και εις το εξής αντάξιοι των προσδοκιών σας όσον αφορά την ενημέρωσή σας.

Με αγάπη Χριστού

Η Ομάδα Διαχείρησης του www.gonia.gr

[Σημείωση:

Θέλουμε να σας ενημερώσουμε ότι λόγω του τεράστιου όγκου του υλικού που υπήρχε στο παλιό σάιτ ( το οποίο δεν θέλουμε να χάσουμε) και προσπαθώντας να το μεταφέρουμε στο καινούργιο σάιτ, απαιτείται από εμάς πολύς χρόνος και κόπος, γι αυτό τον λόγο ορισμένες ενότητες έχουν ελλείψεις. Ευελπιστούμε να τελειώσει και αυτή η διαδικασία με το επιθυμητό αποτέλεσμα, οπότε ζητούμε την κατανόησή σας. Ευχαριστούμε πολύ.]